Thesauros Edebiyat didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα
 
ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·
 
αἰὲν γινώσκουσιν ἐὸν φίλον ἡνιοχῆα
 
καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα
 
καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον. 225
 
ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς
 
καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν
 
ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.
 
ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος
 
Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν. 230
 
ἵππος ἐπʼ ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν,
 
ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν.
 
ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα,
 
καὶ χρεμέθων ποτὲ πῶλος ὑφʼ ἡνιόχοιο δόλοισι
 
θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα. 235
 
ἔξοχα δʼ αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον
 
ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν
 
ἄχραντοι μυσέων,μυσῶν MSS. καθαρῆς τʼ ἐράουσι Κυθείρης.
 
ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων
 
καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον· 240
← Önceki Kitap 1 · 12 / 27 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi