Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ὣς τότε θαρσαλέως ἁλιεὺς στρατὸς ἐγκονέουσιν
 
ἄφρακτον μετὰ θῆρα, πεφασμένου ἰθυντῆρος·
 
τοῦ δʼ ἤτοι πρῶτον μὲν ἐνὶ φρεσὶ τεκμαίρονται
 
ἄχθος ὅσον μέγεθός τε· τὰ δʼ ἔπλετο σήματα γυίων·
 
εἰ μὲν γὰρ πόντοιο κυλινδόμενον μετὰ δίναις 125
 
βαιὸν ὑπερτέλλοιτο ῥάχιν λοφιήν τε φαεῖνον
 
ἄκρην, ἦ μέγα κεῖνο καὶ ἔξοχον· οὐδὲ γὰρ αὐτὴ
 
ῥηϊδίως φορέει μιν ἀνοχλίζουσα θάλασσα·
 
εἰ δέ τι καὶ νώτοιο φαείνεται, οὐ τόσον ἄχθος
 
ἀγγέλλει· κοῦφαι γὰρ ἀφαυροτέροισι κέλευθοι. 130
 
τοῖσιν δʼ ὁρμιὴ μὲν ἐπασσυτέραις ἀραρυῖα
 
θωμίγγων ξυνοχῇσι πολυστρεφέεσσι τέτυκται,
 
ὅσσος τε πρότονος νηὸς πέλει οὔτε βαθείης
 
οὔτʼ ὀλίγης· μῆκος δὲ τιταίνεται ἄρκιον ἄγρῃ·
 
ἄγκιστρον δʼ εὐεργὲς ἐπημοιβαῖς κεχάρακται 135
 
γλωχίνων προβολῇσιν ἀκαχμένον ἀμφοτέρωθεν,
 
οἷον καὶ πέτρην ἑλέειν καὶ ῥωγάδα πεῖραι,
 
τόσσον ἴτυν κρυερήν, ὅσσον περὶ χάσμα καλύψαι.
 
δινωτὴ δʼ ἅλυσις περιβάλλεται ἄκρα κελαινοῦ
 
ἀγκίστρου, στιβαρή, χαλκήλατος, ἥ κεν ὀδόντων 140
← Önceki Kitap 5 · 7 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi