Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
οὐ γάρ κε ζώοντος ἐπιβρίσας δαμάσαιο
 
κνώδαλον, οἰχομένου δὲ θοώτερος ἔσσετʼ ὄλεθρος.
 
οὐ γὰρ ἔτʼ οὔθʼ ἅλμης ἰοειδέος οἶδε κέλευθα
 
ἀτρεκέως, οὐ πῆμα παρασχεδὸν ἐξαλέασθαι,
 
ἀλλʼ αὔτως, ἅτε φορτὶς ὀλωλότος ἰθυντῆρος, 105
 
πλάζεται ἀπροφύλακτον, ἀμήχανον, ᾗ κεν ἄγῃσι
 
γλαυκὸν ὕδωρ, σκοτίοις δὲ καὶ ἀφράστοισι πόροισιν
 
ἐμφέρεται, χηρωθὲν ἀρηγόνος ἡνιόχοιο.
 
πολλάκι καὶ πέτρῃσι καὶ ἠϊόνεσσιν ἔκελσε
 
πλαζόμενον· τοίη οἱ ἐπʼ ὄμμασι πέπταται ἀχλύς. 110
 
δή ῥα τότʼ ὀτρηροῖσι νοήμασιν ἐς πόνον ἄγρης
 
ἰχθυβόλοι σπεύδουσιν, ἐπευξάμενοι μακάρεσσι
 
κητοφόνοις ἀλεγεινὸν ἑλεῖν τέρας Ἀμφιτρίτης.
 
ὡς δʼ ὅτε δυσμενέων βριαρὸς λόχος ἀντιβίοισι
 
λάθριος ἐμπελάσῃ, μεσάτην ἐπὶ νύκτα δοκεύσας, 115
 
εὕδοντας δʼ ἐκίχησε φυλακτῆρας πρὸ πυλάων,
 
Ἄρεος εὐμενέοντος, ἐνιπλήξας δʼ ἐδάμασσεν·
 
ἔνθεν ἔπειτʼ ἄκρην τε πόλιν καὶ τύρσιν ἐπʼ αὐτὴν
 
θαρσαλέοι σπεύδουσι, πυρὸς βέλος, ἄστεος ἄτην,
 
δαλὸν ἐϋδμήτων μεγάρων ῥαιστῆρα φέροντες· 120
← Önceki Kitap 5 · 6 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi