Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἀγχιβαθοῦς, ὅτε κέν τις ἐπί σφισιν ὁπλίζοιτο.
 
πᾶσι δʼ ὑπερφυέεσσι πέλει θήρεσσι θαλάσσης
 
νόσφι κυνῶν βαρύγυια καὶ οὐκ εὔπρηκτα κέλευθα·
 
οὔτε γὰρ εἰσορόωσιν ἀπόπροθεν οὔτε θάλασσαν
 
πᾶσαν ἐπιστείχουσι βαρυνόμενοι μελέεσσιν 65
 
ἠλιβάτοις, μάλα δʼ ὀψὲ κυλινδόμενοι φορέονται.
 
τοὔνεκα καὶ πάντεσσιν ὁμόστολος ἔρχεται ἰχθὺς
 
φαιὸς ἰδεῖν δολιχός τε δέμας, λεπτὴ δέ οἱ οὐρή,
 
ἔξοχος ὃς προπάροιθεν ἁλὸς πόρον ἡγεμονεύει
 
σημαίνων· τῷ καί μιν ἐφήμισαν Ἡγητῆρα. 70
 
κήτει δʼ ἐκπάγλως κεχαρισμένος ἐστὶν ἑταῖρος
 
πομπός τε φρουρός τε· φέρει δέ μιν ᾗ κʼ ἐθέλῃσι
 
ῥηϊδίως· κείνῳ γὰρ ἐφέσπεται ἰχθύϊ μούνῳ
 
πιστῷ πιστὸν ἔχων αἰεὶ νόον· ἐγγύθι δʼ αὐτοῦ
 
στρωφᾶται, τανύει δὲ παρασχεδὸν ὀφθαλμοῖσιν 75
 
οὐρήν, ἥ οἱ ἕκαστα πιφαύσκεται, εἴτε τινʼ ἄγρην
 
ἐστὶν ἑλεῖν, εἴτʼ οὖν τι κορύσσεται ἐγγύθι πῆμα,
 
εἴτʼ ὀλίγη πόντοιο πέλει χύσις, ἣν ἀλεείνειν
 
βέλτερον· αὐδήεσσα δʼ ὅπως ἐνδείκνυται οὐρὴ
 
πάντα μάλʼ ἀτρεκέως· τὸ δὲ πείθεται ὕδατος ἄχθος· 80
← Önceki Kitap 5 · 4 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi