Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης
 
ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·
 
ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι
 
δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.
 
πολλάκι δʼ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης 665
 
ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτʼ ἀνέσχε,
 
δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ·
 
καί ῥʼ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν
 
κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον
 
κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες, 670
 
οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·
 
οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον
 
ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται
 
λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.
 
Τόσσʼ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης. 675
 
σοὶ δʼ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,
 
πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,
 
αἰεὶ δʼ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,
 
γαίης δʼ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο
 
Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων. 680
← Önceki Kitap 5 · 34 / 34

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi