Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοις
 
θαρσαλέοις ἐπὶ μόχθον, ἅτʼ ἐν νύσσῃ βεβαῶτα
 
ἄνδρα ποδωκείης δεδαημένον· ἀλλʼ ὅτε θυμῷ
 
θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει
 
ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή. 645
 
αὐτὰρ ὅ γʼ ἐς βυσσὸν προμολὼν ἐξέπτυσʼ ἀλοιφήν·
 
ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,
 
ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·
 
πέτραις δʼ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται
 
ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι· 650
 
καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,
 
ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.
 
αἶψα δʼ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ
 
ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει
 
δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις 655
 
σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν
 
αὐτίκʼ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δʼ ἄρʼ ἀνδρὶ
 
εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα
 
ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.
 
τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα 660
← Önceki Kitap 5 · 33 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi