Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ὣς οἵ γʼ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,
 
ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν
 
ἀσκηθής, προτέροιο δʼ ἀναψύξωσι πόνοιο.
 
ἀλλʼ ὅτʼ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,
 
εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης 625
 
ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,
 
μήτε τινʼ ἀντιάσαι λώβην ἁλός· ἢν δʼ ἐσίδωνται
 
κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·
 
οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,
 
οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη, 630
 
ἀλλʼ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι
 
τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.
 
τῷ δʼ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.
 
πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ
 
ἔζωσται, παλάμῃσι δʼ ἐν ἀμφοτέρῃσιν ἀείρει 635
 
τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,
 
δεξιτερῇ δʼ ἅρπην εὐήκεα χειρὶ τιταίνει·
 
φρουρεῖ δʼ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·
 
στὰς δʼ ἄρʼ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα
 
ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ. 640
← Önceki Kitap 5 · 32 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi