Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἡμῖν, ἀλλὰ σίδηρον ἐφοπλίζουσι καὶ ἄγρην·
 
ἤδη καὶ δελφῖσιν ἐπεντύνουσιν Ἄρηα,
 
σπονδάς τʼ ἀθανάτων καὶ ὁμοφροσύνην ἀλιτόντες
 
ἡμετέρην, τὴν πρόσθεν ἐπʼ ἀλλήλοις ἐθέμεσθα.
 
τοῖα καὶ ἄφθογγός περ ὅμως τεκέεσσιν ἑοῖσι 565
 
μυθεῖται· καὶ τὸν μὲν μὲν ἀπέτρεπε τῆλε φέβεσθαι,
 
τῷ δʼ ἑτέρῳ κρυερῶς μεμογηότι συμμογέουσα
 
αὐτῆς ἄγχʼ ἀκάτοιο συνέσπεται, οὐδʼ ἀπολείπει·
 
οὐδέ τις ἱέμενός περ ἀποτρέψειε τεκοῦσαν
 
οὔτε βαλὼν οὔτʼ ἄλλο φέρων δέος· ἀλλʼ ἅμα παιδὶ 570
 
ἑλκομένῳ δύστηνος ἀνέλκεται, ὄφρα πελάσσῃ
 
δυσμενέων ὑπὸ χεῖρας· ἀνάρσιοι, ἦ μέγʼ ἀλιτροὶ
 
οἵδʼ, οὔτʼ οἰκτείρουσιν ἀτυζομένην ὁρόωντες
 
οὔτε νόον γνάμπτουσι σιδήρεον, ἀλλὰ καὶ αὐτὴν
 
χαλκείαις ἀκίδεσσι καταΐγδην ἐλάσαντες 575
 
παῖδά τε καὶ γενέτειραν ὁμῇ συναπέφθισαν ἄτῃ·
 
ἔφθισαν οὐκ ἀέκουσαν, ἐπεὶ περὶ παιδὶ θανόντι
 
μήτηρ καὶ φρονέουσα καὶ ἱεμένη δεδάϊκται.
 
ὡς δʼ ὁπότʼ ὀρταλίχοισι χελιδόσι νηπιάχοισι
 
νέρθεν ὑπὲξ ὀρόφοιο τυχὼν ὄφις ἄγχι πελάσσῃ, 580
← Önceki Kitap 5 · 29 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi