Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
οὔτʼ ἔτι κεκλομένοιο τόσον θεράποντες ἄνακτος
 
πειθόμενοι ῥέζουσιν ἑκούσιον ἔργον ἑκόντες,
 
ὅσσον ὑπʼ ἠϊθέῳ δελφὶς φίλος ὀτρύνοντι
 
πείθετʼ ἄνευ ζεύγλης τε βιαζομένων τε χαλινῶν.
 
οὐ μέν μιν μοῦνον φορέειν θέλεν, ἀλλὰ καὶ ἄλλῳ 505
 
πείθετο, τῷ μιν ἄνωγεν ἄναξ ἑός, ἀν δʼ ἐκόμιζε
 
νώτοις, οὔτινα μόχθον ἀναινόμενος φιλότητι.
 
τοίη μὲν ζωῷ φιλίη πέλεν· ἀλλʼ ὅτε παῖδα
 
πότμος ἕλε, πρῶτον μὲν ὀδυρομένῳ ἀτάλαντος
 
δελφὶς ἠϊόνεσσιν ἐπέδραμεν, ἥλικα κοῦρον 510
 
μαστεύων· φαίης κεν ἐτήτυμον ὄσσαν ἀκούειν
 
μυρομένου· τοῖόν μιν ἀμήχανον ἄμπεχε πένθος·
 
οὐδʼ ἔτι κικλήσκουσιν ἐπείθετο πολλάκις ἀστοῖς
 
νησαίοις, οὐ βρῶσιν ὀρεγνυμένην ἐθέλεσκε
 
δέχνυσθαι, μάλα δʼ αἶψα καὶ ἐξ ἁλὸς ἔπλετʼ ἄϊστος 515
 
κείνης, οὐδέ τις αὐτὸν ἐπεφράσατʼ, οὐδʼ ἔτι χῶρον
 
ἵκετο· τὸν μέν που παιδὸς πόθος οἰχομένοιο
 
ἔσβεσε, σὺν δὲ θανόντι θανεῖν ἔσπευσεν ἑταίρῳ.
 
ἀλλʼ ἔμπης καὶ τόσσον ἐνηείῃ προφέροντας
 
καὶ τόσον ἀνθρώποισιν ὁμόφρονα θυμὸν ἔχοντας 520
← Önceki Kitap 5 · 26 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi