Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
νήσῳ δʼ ἐνναίεσκεν, ἀεὶ δʼ ἔχε ναύλοχον ὅρμον,
 
ἀστὸς ὅπως, ἕταρον δὲ λιπεῖν ἠναίνετο θυμῷ,
 
ἀλλʼ αὐτοῦ μίμναζε παρέστιος ἐξέτι τυτθοῦ,
 
σκύμνος ἀεξηθείς, ὀλίγον βρέφος, ἤθεσι παιδὸς
 
σύντροφος· ἀλλʼ ὅθʼ ἵκοντο τέλος γυιαλκέος ἥβης, 465
 
καί ῥʼ ὁ μὲν ἠϊθέοισι μετέπρεπεν, αὐτὰρ ὁ πόντῳ
 
ὠκύτατος δελφὶς ἑτέρων προφερέστατος ἦεν,
 
δή ῥα τότʼ ἔκπαγλόν τε καὶ οὐ φατὸν οὐδʼ ἐπίελπτον
 
θάμβος ἔην ξείνοισι καὶ ἐνναέτῃσιν ἰδέσθαι·
 
πολλοὺς δʼ ὤρορε φῆμις ἰδεῖν σέβας ὁρμηθέντας, 470
 
ἠΐθεον δελφῖνι συνηβώοντας ἑταίρους·
 
πολλαὶ δʼ ἠϊόνων ἀγοραὶ πέλας ἦμαρ ἐπʼ ἦμαρ
 
ἱεμένων ἵσταντο σέβας μέγα θηήσασθαι.
 
ἔνθʼ ὁ μὲν ἐμβεβαὼς ἄκατον κοίλοιο πάροιθεν
 
ὅρμου ἀναπλώεσκε, κάλει δέ μιν οὔνομʼ ἀΰσας 475
 
κεῖνο, τό μιν φήμιξεν ἔτι πρώτης ἀπὸ φύτλης·
 
δελφὶς δʼ ἠΰτʼ ὀϊστός, ἐπεὶ κλύε παιδὸς ἰωήν,
 
κραιπνὰ θέων ἀκάτοιο φίλης ἄγχιστος ἵκανε,
 
σαίνων τʼ οὐραίῃ κεφαλήν τʼ ἀνὰ γαῦρος ἀείρων,
 
παιδὸς ἐπιψαῦσαι λελιημένος· αὐτὰρ ὁ χερσὶν 480
← Önceki Kitap 5 · 24 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi