Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
τὴν δʼ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,
 
ἄλλοτε δʼ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.
 
ὡς δʼ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον
 
ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δʼ ἐπὶ νῶτα
 
κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι, 405
 
ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ
 
πυκνὸν ἐπασπαίρουσα, γέλως δʼ ἔχει ὅς κεν ἴδηται,
 
ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ
 
ἐμφέρεται λωβητὸν ὑπʼ ἀνδράσιν ἰχθυβόλοισι.
 
πολλάκι δʼ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων 410
 
ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα
 
ἐς πόντον φορέει, τὴν δʼ οὐκέτι καὶ μεμαυῖαν
 
κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει
 
ὕψι μάλʼ ἱεμένην νεάτης ἁλός· οἱ δʼ ἐσιδόντες
 
ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν. 415
 
δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι
 
κεῖνος ἔτʼ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν
 
εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,
 
ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.
 
ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι 420
← Önceki Kitap 5 · 21 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi