Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
δὴ τότε τοῖς κραιπνοί τε πόνοι σπουδή τε καθέλκειν
 
δίκτυον ἐς ῥηγμῖνας, ἐπεὶ φώκην μεμαυῖαν
 
οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη
 
δίκτυα, ῥηϊδίως δὲ βίῃ τʼ ὀνύχων θʼ ὑπʼ ἀκωκαῖς
 
ῥήξει τʼ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ 385
 
εἰλομένοις, μέγα δʼ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.
 
ἀλλʼ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,
 
ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι
 
δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες
 
ἐς κροτάφους πέφνουσιν· ἐπεὶ φώκῃσιν ὄλεθρος 390
 
ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.
 
ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι
 
θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.
 
τάων δʼ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων
 
ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι· 395
 
εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν
 
ὕπτιον ἀνστρέψειεν ἐπʼ ὄστρακον, οὐκέτι κείνη
 
πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·
 
ὕψι δʼ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα
 
ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δʼ ἔχει ἀγρευτῆρας. 400
← Önceki Kitap 5 · 20 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi