Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ταρβεῖ τʼ οὐκέτʼ ἐόντα καὶ οἰχομένοιό περ ἔμπης
 
πεφρικὼς αὐτοῖσιν ἐνὶ γναθμοῖσιν ὀδόντας.
 
ὀψὲ δὲ θαρσήσαντες ἀολλέες ἀμφαγέρονται,
 
θάμβεϊ παπταίνοντες ἐρείπιον ὠμηστῆρος.
 
ἔνθʼ οἱ μὲν γενύων ὀλοὰς στίχας ἠγάσσαντο, 325
 
δεινοὺς χαυλιόδοντας, ἀναιδέας, ἠΰτʼ ἄκοντας
 
τριστοιχεὶ πεφυῶτας ἐπασσυτέρῃσιν ἀκωκαῖς·
 
ἄλλοι δʼ ὠτειλὰς πολυδηρίτοιο πελώρου
 
χαλκοτόρους ἀφόωσιν· ὁ δʼ ὀξύπρωρον ἄκανθαν
 
θηεῖται σμερδνοῖσιν ἀνισταμένην σκολόπεσσιν· 330
 
ἄλλοι δʼ ἀλκαίην, ἕτεροι πολυχανδέα νηδὺν
 
καὶ κεφαλὴν ἀπέλεθρον ὁρώμενοι ἠγάσσαντο.
 
καί τις ἀνὴρ ὁρόων βλοσυρὸν δάκος Ἀμφιτρίτης
 
ἤθεσιν ἐν τραφεροῖσι πολὺ πλέον ἠὲ νέεσσι
 
δηθύνων ἑτάροισι μετέννεπεν ἐγγὺς ἐοῦσι· 335
 
Γαῖα, φίλη θρέπτειρα, σὺ μὲν τέκες ἠδʼ ἐκόμισσας
 
φορβῇ χερσαίῃ· κόλποις δʼ ἐνὶ σεῖο θάνοιμι,
 
ἦμαρ ὅτʼ ἀντήσειε τὸ μόρσιμον· ἔργα δὲ πόντου
 
εὐμενέοι, χέρσῳ δὲ Ποσειδάωνα σέβοιμι·
 
μηδέ μʼ ἐν ἀργαλέοις ὀλίγον δόρυ κύμασι πέμποί, 340
← Önceki Kitap 5 · 17 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi