Kitap 5
ὣς τότε κητείοισιν ὑπʼ ἄσθμασι χῶρος ἁπάντῃ
ξαινόμενος βέμβικας ἑλίσσεται Ἀμφιτρίτης.
ἔνθα τις ἰχθυβόλων γλαφυρὸν σκάφος ὠκὺς ἐρέσσων
ἐς χέρσον κατάγοιτο καὶ ἀκταίης ἀπὸ πέτρης
ὁρμιὴν ἅψαιτο καὶ αὐτίκα νοστήσειε,
225
πρυμναίοις ἅτε νῆα κατοχμάσσας ὑπὸ δεσμοῖς.
τὸν δʼ ὅτε παιφάσσοντα λάβῃ κόρος, ἐκ δʼ ὀδυνάων
θὴρ ὀλοὸς μεθύῃ, καμάτῳ δέ οἱ ἄγριον ἦτορ
κλίνηται, ῥέψῃ δὲ μόρου στυγεροῖο τάλαντα,
ἀσκὸς μὲν πρώτιστος ἀνέδραμε πείρατα νίκης
230
ἀγγέλλων, μέγα δʼ ἦτορ ἐν ἀγρευτῆρσιν ἄειρεν.
οἶον δʼ ἀλγινόεντος ἀνερχόμενον πολέμοιο
κήρυκʼ ἀργυφέοισιν ἐν εἵμασιν ἠδὲ προσώπῳ
φαιδρῷ καγχαλόωντες ἑοὶ μεθέπουσιν ἑταῖροι,
αἴσιον ἀγγελίην ποτιδεγμένοι αὐτίκʼ ἀκοῦσαι,
235
ὣς οἱ καγχαλόωσιν ἐσαθρήσαντες ἔνερθε
ῥινὸν ἀνερχομένην εὐάγγελον· αὐτίκα δʼ ἄλλοι
ἀσκοὶ ἐπαντέλλουσι καὶ ἀνδύνουσι θαλάσσης,
βριθὺ πέλωρ σύροντες· ὁ δʼ ἕλκεται οὐλόμενος θὴρ
οὐκ ἐθέλων, μόχθῳ τε καὶ ἕλκεϊ θυμὸν ἀλύων.
240