Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἄμφω δὲ τρηχεῖαν ἐρειδομένοιο σιδήρου
 
ἀλκὴν αὖ ἐρύουσι καὶ οὔποτε ταρσὸς ὀδόντων
 
τέτραπται μίαν οἶμον, ἐπειγόμενος δʼ ἑκάτερθεν
 
κλάζει τε πρίει τε καὶ ἔμπαλιν ἕλκεται αἰεί,
 
τοῖον καὶ ῥινοῖσι πέλει καὶ θηρὶ δαφοινῷ 205
 
νεῖκος ἀνελκομένῳ τε βιαζομένοις θʼ ἑτέρωθεν.
 
πολλὴν δʼ αἱματόεσσαν ὑπεὶρ ἁλὸς ἔπτυσεν ἄχνην
 
παφλάζων ὀδύνῃσιν, ὑποβρύχιον δὲ μέμυκε
 
μαινομένου φύσημα, περιστένεται δέ οἱ ὕδωρ
 
ἀμβολάδην· φαίης κεν ὑπʼ οἴδμασι πᾶσαν ἀϋτμὴν 210
 
κευθομένην Βορέαο δυσαέος αὐλίζεσθαι.
 
τόσσον ἀνασθμαίνει λάβρον μένος, ἀμφί δὲ πυκναὶ
 
δίναις οἰδαλέῃσιν ἑλισσόμεναι στροφάλιγγες
 
οἴδματα κοιλαίνουσι διϊσταμένοιο πόροιο.
 
οἶον δʼ Ἰονίοιο παρὰ στόμα καὶ κελάδοντος 215
 
Τυρσηνοῦ πόντοιο μέση πορθμοῖο διαρρὼξ
 
εἰλεῖται, λάβροισιν ὑπ’ ἄσθμασι Τυφάωνος
 
μαινομένη, δειναὶ δὲ τιταινόμεναι στροφάλιγγες
 
κῦμα θοὸν κάμπτουσι, περιστρέφεται δὲ κελαινὴ
 
ἑλκομένη δίνῃσι παλιρροίβδοισι Χάρυβδις, 220
← Önceki Kitap 5 · 11 / 34 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi