Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
πόντῳ δʼ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δʼ ἄρʼ αὐταῖς
 
κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακʼ ἄλειψε
 
χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.
 
καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα
 
δέξατο ναῦς· τοὺς δʼ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ 665
 
πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δʼ ὄσσε
 
καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται
 
μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται
 
ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα
 
πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται. 670
 
οἱ δʼ ὥστʼ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,
 
πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι
 
λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι
 
σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·
 
ἀλλʼ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδʼ ἀλεωρή· 675
 
πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται
 
τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ
 
ὀλλυμένων φύσημα, τό τʼ ἰχθύσιν ἔπλετο δειλοῖς
 
οἰμωγή· τοὶ δʼ ἐκτὸς ἐπʼ ἄλγεσιν ἀσπαλιῆες
 
τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ 680
← Önceki Kitap 4 · 34 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi