Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
εἴδωλον πολέμοιο, φίλον γε μὲν ἀσπαλιεῦσιν.
 
ἄλλοι δʼ αὖ κούφοισι λίνοις ἕλον ἔθνε’ ἀφαυρῶν
 
πηλαμύδων· αἰεὶ γὰρ ἀνὰ κνέφας, ὅττι κεν ἅλμῃ
 
ἐμπίπτῃ, τρομέουσι, φόβον δʼ ὀρφναῖον ἔχουσιν·
 
ὄρφνῃ δʼ ἀγρώσσονται, ἀτυζόμεναι κατὰ βένθος. 565
 
δίκτυα γὰρ μάλα κοῦφα λίνων στήσαντες ἐλαφρῶν
 
κυκλόσε δινεύουσι, βίῃ θείνοντες ἐρετμοῖς
 
νῶτον ἁλός, κοντοῖς τε καταΐγδην κτυπέουσιν·
 
αἱ δʼ ὑπό μαρμαρυγῆς ταχυήρεος ἠδʼ ὁμάδοιο
 
φυζαλέαι θρώσκουσι, λίνου δʼ εἰς κόλπον ἵενται 570
 
ἀτρέμας ἑστηῶτος, ὀιόμεναι σκέπας εἶναι,
 
νήπιαι, αἳ δούποιο φόβῳ μόρον εἰσεπέρησαν.
 
ἔνθʼ οἱ μὲν σχοίνοισιν ἐπισπέρχουσʼ ἑκάτερθε,
 
δίκτυον ἐξερύοντες ἐπʼ ᾐόνας· αἱ δʼ ὁρόωσαι
 
σχοίνους κινυμένας, ἀνεμώλια δείματʼ ἔχουσαι, 575
 
εἰλόμεναι πτήσσουσι καὶ ἀθρόαι ἐσπείρηνται.
 
πολλά κεν ἀγραίοισι τότʼ ἀρήσαιτο θεοῖσι
 
δικτυβόλος, μήτʼ οὖν τι θορεῖν ἔκτοσθε λίνοιο,
 
μήτε τι κινύμενον δεῖξαι πόρον· ἢν γὰρ ἴδωνται
 
πηλαμύδες, τάχα πᾶσαι ὑπὲρ κούφοιο λίνοιο 580
← Önceki Kitap 4 · 29 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi