Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
ἐς βυθὸν ἠερόεντα περικρατὲς ἧκαν ἔνερθε
 
πυθμένος εἰλατίνου κρατερὸν σθένος· αἶψα δὲ ῥιπῇ
 
σπερχόμενον, μολίβῳ τε καταρρεπὲς ἠδὲ σιδήρῳ,
 
σεύεται ἐς νεάτας ῥίζας ἁλός, ἔνθʼ ἀμενηναῖς
 
πηλαμύσι προὔτυψεν ἐν ἰλύσι πεπτηυίαις· 545
 
σὺν δʼ ἕλε σύν τʼ ἐτόρησεν ὅσον κίχε δειλὸν ὅμιλον.
 
οἱ δὲ θοῶς ἀνέρυσσαν ἐληλαμένας περὶ χαλκῷ
 
παλλομένας ἐλεεινὰ σιδηρείῃς ὀδύνῃσι.
 
τὰς δέ τις εἰσορόων καί κεν θρασυκάρδιος ἀνὴρ
 
οἰκτείραι θήρης τε δυσαγρέος ἠδὲ μόροιο· 550
 
τῆς μὲν γὰρ λαγόνεσσιν ἐλήλατο δουρὸς ἀκωκή,
 
τῆς δὲ κάρη ξυνέπειρε θοὸν βέλος, ἡ δʼ ὑπὲρ οὐρὴν
 
οὔτασται, νηδὺν δʼ ἑτέρης, ἄλλης δʼ ἕλε νῶτα
 
δριμὺς ἄρης, ἄλλη δὲ μέσον κενεῶνα πέπαρται.
 
ὡς δʼ ὁπότε, κρινθέντος ἐνυαλίοιο κυδοιμοῦ, 555
 
δουριφάτους κονίης τε καὶ αἵματος ἐξανελόντες
 
εὐνὴν ἐς πυρόεσσαν ἑοὶ στέλλωσιν ἑταῖροι
 
μυρόμενοι· τὰ δὲ πολλὰ καὶ αἰόλα σώμασι νεκρῶν
 
ἕλκεα παντοῖαί τε βολαὶ πλήθουσιν Ἄρηος·
 
ὣς καὶ πηλαμύδεσσιν ἐπιπρέπει ἕλκεα πάντῃ, 560
← Önceki Kitap 4 · 28 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi