Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
ὅσσοις χειμέριός τε καὶ ἄγριος ἀντεβόλησας
 
λύσσαν ἄγων· τοίαις γὰρ ἀγάλλεαι εἰλαπίνῃσιν.
 
εἴτʼ οὖν ἐν μακάρεσσι παλαίτατος ἐσσὶ γενέθλῃ,
 
ἐκ Χάεος δʼ ἀνέτειλας ἀμειδέος, ὀξέϊ πυρσῷ
 
λαμπόμενος, πρῶτος δὲ γάμων ἐζεύξαο θεσμούς, 25
 
πρῶτος δʼ εὐναίοις ἀρότοις ἐπεθήκαο τέκμωρ·
 
εἴτε σε καὶ πτερύγεσσιν ἀειρόμενον θεὸν ὄρνιν
 
τίκτε Πάφου μεδέουσα πολυφράδμων Ἀφροδίτη,
 
εὐμενέοις, πρηΰς τε καὶ εὔδιος ἄμμιν ἱκάνοις
 
μέτρον ἄγων· οὐ γάρ τις ἀναίνεται ἔργον ἔρωτος. 30
 
πάντῃ μὲν κρατέεις, πάντῃ δέ σε καὶ ποθέουσι
 
καὶ μέγα πεφρίκασιν· ὁ δʼ ὄλβιος, ὅστις ἔρωτα
 
εὐκραῆ κομέει τε καὶ ἐν στέρνοισι φυλάσσει·
 
σοὶ δʼ οὔτʼ οὐρανίης γενεῆς ἅλις οὔτε τι φύτλης
 
ἀνδρομέης· οὐ θῆρας ἀναίνεαι οὐδʼ ὅσα βόσκει 35
 
ἀὴρ ἀτρύγετος, νεάτης δʼ ὑπὸ κεύθεσι λίμνης
 
δύνεις, ὁπλίζῃ δὲ καὶ ἐν νεπόδεσσι κελαινοὺς
 
ἀτράκτους, ὡς μή τι τεῆς ἀδίδακτον ἀνάγκης
 
λείπηται, μηδʼ ὅστις ὑπόβρυχα νήχεται ἰχθύς.
 
Οἵην μὲν φιλότητα μετʼ ἀλλήλοισι ῥύονται 40
← Önceki Kitap 4 · 2 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi