Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
νοστῆσαι, ξυνῇ δὲ θανεῖν δυσπενθέϊ νεκρῷ·
 
ὣς οἵ γʼ οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι,
 
εἰσόκεν αὐτὸν ὄλεθρον ὑπʼ ἀγρευτῆρσιν ὄλωνται.
 
ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης
 
εἷλεν ἔρως, χερσαῖον ἐπʼ ἰχθύσιν οἶστρον ἐγείρων 265
 
ἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνει
 
πουλύποδας σαργῶν τε γένος πέτρῃσιν ἑταῖρον.
 
ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσιν
 
ἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα
 
ἔσπασαν· ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι 270
 
ἕλκεσθαι λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι.
 
ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη,
 
γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα,
 
κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτʼ ἐπʼ ἴχνος
 
Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστʼ ἐν ὄρεσσι 275
 
θηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνων
 
ῥινὸς ὑπʼ ἀγγελίῃ νημερτέϊ καί τέ μιν ὦκα
 
μάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δʼ ἐπέλασσεν ἄνακτα·
 
ὥς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην
 
πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπει 280
← Önceki Kitap 4 · 14 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi