Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
πλάζονται θαλάμων, ξυνὸν δʼ ἕλον ἀνέρι πότμον.
 
καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῇ
 
ὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶν
 
κεντροφόρων· λευκὸς μὲν ἐπʼ ἀγκίστρῳ πεπέδηται
 
ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴς 245
 
ἐμβύθιος δολιχῇσιν ὑφίζεται ὀργυιῇσιν,
 
ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτην
 
ἀντιάσας· ὁ μὲν αὐτίκʼ ἀνέλκεται, οἱ δέ μιν ἄλλοι
 
φρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,
 
ὄφρʼ αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται. 250
 
δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλῳ,
 
τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζων
 
αἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν·
 
οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχʼ ἑταῖρον
 
ἑλκόμενον λεύσσωσιν, ὁμοῦ δʼ ἐθέλουσιν ὀλέσθαι. 255
 
οἷον δʼ ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιο
 
τύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆες
 
τηλυγέτου, τῷ πολλὰ μάτην περιμοχθήσωσι·
 
δρυπτόμενοι δʼ ὀδύνῃσι τέκος περικωκύοντες
 
ἠρίῳ ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρα 260
← Önceki Kitap 4 · 13 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi