Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
ἐρχομένας· ἐν δέ σφι γαμήλιος αἴθεται αἰδώς·
 
ὣς αἵ γʼ ἐνδόμυχοι θαλάμων ἔντοσθεν ἑκάστη
 
αἰεὶ δηθύνουσιν, ὅπῃ πόσις αὐτὸς ἀνώγει.
 
κόσσυφος αὖ πέτρῃσι παρήμενος οὔποτε λείπει,
 
αἰὲν ἔχων φυλακὴν λεχέων ὕπερ, οὐδέ ποτʼ ἄλλῃ 185
 
τέτραπται, πᾶν δʼ ἦμαρ ἑλίσσεται, ἄλλοτε δʼ ἄλλους
 
παπταίνει θαλάμους καί οἱ νόος οὔτʼ ἐπὶ φορβὴν
 
στέλλεται οὔτε τινʼ ἄλλον ἔχει πόνον, ἀλλʼ ἐπὶ νύμφαις
 
μοχθίζει δύσζηλος ἀειφρούροισι πόνοισι·
 
νυκτὶ δέ οἱ βρώμης τε μέλει καὶ παύεται ἔργων 190
 
τυτθὸν ὅσον φυλακῆς ἀζηχέος· ἀλλʼ ὅτε κίχλαι
 
ὃν τόκον ὠδίνωσιν, ὃ δʼ ἄσχετα τῆμος ἀΐσσει
 
ἀμφιπεριτρομέων, ἐπὶ δʼ ἔρχεται ἄλλοτε ἄλλην
 
εἰς ἄλοχον, μέγα δή τι περιτρομέοντι ἐοικὼς
 
ὠδίνων. οἷον δὲ μετὰ φρεσὶν ἄχθος ἀλύει 195
 
μήτηρ, τηλυγέτοιο θοὴν ὠδῖνα θυγατρὸς
 
πρωτολεχοῦς φρίσσουσα· τὸ γὰρ μέγα δεῖμα γυναικῶν·
 
αὐτὴν δʼ οὔτι χέρειον ἱκάνεται Εἰλειθυίης
 
κῦμα πόνων, πάντῃ δὲ διὲκ θαλάμων δεδόνηται
 
εὐχομένη, στενάχουσα, μετήορον ἦτορ ἔχουσα, 200
← Önceki Kitap 4 · 10 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi