Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου
 
πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα
 
ἰχὼρ ἀχλυόεις, ἀνὰ δʼ ἔτραπε πᾶσαν ὀπωπήν·
 
αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο
 
ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν. 165
 
ταῖς δʼ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα
 
τευθίδος· οὐ δʼ ἄρα τῇσι μέλας θολὸς ἀλλʼ ὑπερευθὴς
 
ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.
 
Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης
 
ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων. 170
 
τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας
 
ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα
 
ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι
 
γυμνοῖς τʼ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.
 
ὅσσοι δʼ αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται, 175
 
τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν
 
βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,
 
πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες
 
καρκινάσιν τʼ ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις
 
πετραίαις θʼ ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη 180
← Önceki Kitap 3 · 9 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi