Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.
 
πολλὰ δʼ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,
 
ἔξοχα δʼ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν
 
ἀμφί τε Μασσαλίην, ἱερήν πόλιν, ἀμφί τε Κελτούς·
 
κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι 545
 
ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.
 
οἱ δʼ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι
 
καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες
 
ἀντίον ἰθύνουσι· ὁ δʼ οὐκ ἀναδύεται ἄγρην,
 
ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι, 550
 
ἀλλʼ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες
 
πάντῃ κυκλώσωνται· ὁ δʼ ἐφράσαθʼ ὕστερον ἄτην,
 
αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ
 
φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.
 
πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα 555
 
φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,
 
οἱ δὲ θοῶς βουπλῆγος ὑπʼ εὐχάλκοιο τυπῇσιν
 
ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δʼ ἄρα νηὸς
 
ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δʼ ἕλκεται ὀρφανὸς ἀλκῆς.
 
ὡς δʼ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος, 560
← Önceki Kitap 3 · 28 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi