Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων
 
ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετʼ ἀϋτμή·
 
ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.
 
ἔνθεν ἔπειτʼ ἄκροισι διακνίζει στομάτεσσι
 
δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ 525
 
πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων
 
ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
 
ἂν δʼ ἔρυσε, σπαίροντα δʼ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.
 
καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.
 
ἀλλʼ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδʼ ἴσος ἄλλοις· 530
 
οὐ γὰρ ἐπʼ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,
 
ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,
 
μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·
 
τοῦ δʼ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε
 
μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου 535
 
δῆσαν ἐπισταμένως· ξιφίης δʼ ὅτε θοῦρος ἵκηται,
 
αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·
 
τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,
 
αὐταῖς δʼ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·
 
αὐτὰρ ὅ γʼ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν 540
← Önceki Kitap 3 · 27 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi