Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
λοξὸν ὑπʼ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ
 
ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας
 
ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,
 
ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·
 
παπταίνει δʼ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα 505
 
εἱλεῖται, μάλα δʼ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·
 
ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει
 
θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·
 
ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
 
αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δʼ ἤδη 510
 
εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.
 
ὡς δʼ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης
 
μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,
 
ψαῦσαι μὲν τρομέει μητρός χόλον, οὐδʼ ἀναδῦναι
 
ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ 515
 
αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,
 
ἄλλοτε δʼ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δʼ αἰὲν
 
ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·
 
ὣς τότʼ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
 
ἀλλʼ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλʼ ἑτοίμως 520
← Önceki Kitap 3 · 26 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi