Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.
 
ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,
 
ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες
 
εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος
 
πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην 485
 
τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην
 
φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·
 
κλίνατο δʼ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλʼ ὅτε κούρην
 
Περσεφόνην ἥρπαξεν ἀπʼ Αἰτναίοιο πάγοιο,
 
δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι, 490
 
ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα
 
Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·
 
φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων
 
Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν
 
εὔξατο νοστήσειν Ἀϊδωνέα, τήν δὲ μελάθρων 495
 
ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.
 
ποίη δʼ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,
 
τὴν ἐνιφυρήσαντες ἐπʼ ἀγκίστροισι βάλοντο.
 
κεστρεὺς δʼ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,
 
ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο 500
← Önceki Kitap 3 · 25 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi