Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·
 
εἴδατα δʼ ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,
 
τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δʼ ἐπὶ φορβὴν
 
ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.
 
ἀλλʼ ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης, 465
 
αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ
 
μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·
 
ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος
 
λεπτή θʼ ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·
 
λεπτοῖς δʼ ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι· 470
 
τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθʼ ὕδωρ,
 
πέμπει δʼ ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δʼ ὁρόωντες
 
αὐτίκʼ ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.
 
οὐδʼ ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δʼ ἀνέλκει
 
ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη· 475
 
οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης
 
ἀτρεκέως, εἴτʼ οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως
 
κύματʼ ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι,
 
ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,
 
πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις. 480
← Önceki Kitap 3 · 24 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi