Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
εὐπαγέως, φρυκτῶν δʼ ὀρόβων ἐνεθήκατο μάζαν,
 
οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης
 
δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι
 
πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
 
ἐλθεῖν τʼ ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης· 405
 
ἀλλʼ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν
 
αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,
 
δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων
 
θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,
 
ὀδμὴ δʼ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα, 410
 
κικλήσκουσʼ ἀγέλας πολυειδέας· οἱ δʼ ἐφέπονται
 
πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος
 
πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.
 
Σάλπαι δʼ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
 
τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ. 415
 
πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον
 
ἀσπαλιεύς, αἰεὶ δὲ μετʼ οἴδμασι λᾶας ἵησι
 
χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.
 
ἀλλʼ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
 
σάλπαι δʼ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται, 420
← Önceki Kitap 3 · 21 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi