Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,
 
τοῦ μὲν ἀπαΐξαι, τοῦ δʼ ἑλκέμεν ἱμείροντος.
 
οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι
 
ἀνθίαι ἀλλʼ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
 
νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος, 325
 
ἄφρονες, οὐδʼ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.
 
πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι
 
ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.
 
ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
 
πυκναῖς τʼ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ· 330
 
εἰ δʼ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα
 
ἐλεύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.
 
πολλάκι δʼ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας
 
ὁρμιήν, ἀπὸ δʼ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.
 
τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη 335
 
ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι
 
πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.
 
ἄλλους δʼ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας
 
ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
 
κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε. 340
← Önceki Kitap 3 · 17 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi