Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·
 
γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει
 
ἠερίῃς τʼ ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι
 
κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.
 
Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην, 205
 
οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται
 
πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς
 
ὅσσοι θʼ Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ
 
Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.
 
πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης 210
 
ἴδρις ἀνήρ, οἵῃσιν ὑπʼ ἀνθίαι αὐλίζονται,
 
ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·
 
δουρὶ δʼ ἀναπλώσας πινάκων ἐριηχέα τεύχει
 
δοῦπον ἐπικροτέων· πατάγῳ θʼ ἐπιτέρπεται ἦτορ
 
ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης, 215
 
παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δʼ ἄρʼ ἑτοίμας
 
πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους
 
ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.
 
αὐτὰρ ὅ γʼ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει
 
δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα. 220
← Önceki Kitap 3 · 11 / 33 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi