Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ
 
ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ
 
ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,
 
πρηνὴς ἐν ψαμάθοισιν ὑπʼ ὀστράκῳ εἰλυθεῖσα.
 
κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει 125
 
χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς
 
πείσματʼ ἐπʼ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.
 
Καρῖδες δʼ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ
 
γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,
 
λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν. 130
 
οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι
 
καρίδων, ταῖς δʼ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,
 
ὀλλύμεναι δʼ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.
 
εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,
 
αἵδε θαμᾶ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην 135
 
ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης
 
ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης
 
νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,
 
εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·
 
ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ. 140
← Önceki Kitap 2 · 7 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi