Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
καὶ κράτος, οὐδʼ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες.
 
Κεστρέα δʼ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω
 
φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·
 
μοῦνοι γὰρ κεστρῆες ἐνηέες, οὔθʼ ὁμόφυλον
 
οὔτέ τινʼ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν· 645
 
οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,
 
οὐδέ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,
 
αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·
 
φέρβονται δʼ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν
 
ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι. 650
 
τοὔνεκα καί τινʼ ἔχουσι μετʼ ἰχθύσι τίμιον αἰδῶ·
 
οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων
 
σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.
 
ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται
 
αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν. 655
 
οἱ δʼ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν
 
ἔρχονται· τὸ καὶ οὔποτʼ ἐσόψεαι ὑπνώοντας
 
ἔλλοπας, ἀλλʼ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν
 
ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ
 
φέρτερον ἀντιόωντα, χερειότερον δʼ ὀλέκουσι. 660
← Önceki Kitap 2 · 33 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi