Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται
 
ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι
 
ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,
 
δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.
 
ἀλλʼ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτινʼ ἔτισαν 625
 
ποινήν, ἐκ δʼ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,
 
θαρσαλέαι δʼ ἀμίαι τάχα κύντερα δηρίσαντο.
 
δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων
 
ἠγασάμην· τοῖς εὖτʼ ἂν ὀλέθριος ἐγγὺς ἵκηται
 
νοῦσος ἀταρτηρή, τοὺς δʼ οὐ λάθεν, ἀλλʼ ἐδάησαν 630
 
τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης
 
φεύγοντες κούφοισιν ἐπʼ αἰγιαλοῖσιν ἔκελσαν·
 
ἔνθα δʼ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,
 
ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου
 
κείμενον αἰδέσσαιτο χυτῇ τʼ ἐπὶ θινὶ καλύψαι, 635
 
μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ
 
βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,
 
μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,
 
μηδέ τις οἰχομένῳ περ ἐνὶ χροΐ λωβήσαιτο
 
δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ 640
← Önceki Kitap 2 · 32 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi