Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
δελφίνων ἀγέλης, οἱ δʼ ἀθρόαι ἄλλοθεν ἄλλαι,
 
ἠΰθʼ ὑπʼ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕνʼ ἰοῦσαι
 
στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστʼ ἐπὶ πύργον
 
δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.
 
δελφὶς δʼ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου 565
 
πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δʼ ἔσσυται, ἄλλοτε ἄλλην
 
ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.
 
ἀλλʼ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες
 
πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,
 
δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη· 570
 
ἔγνω δʼ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος
 
ἑρχθεὶς δυσμενέεσσι· πόνος δʼ ἀναφαίνεται ἀλκῆς.
 
αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι
 
δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·
 
πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι, 575
 
πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων
 
γλαυκῶν, αἱ δʼ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,
 
πολλαὶ δʼ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,
 
ἄλλαι δʼ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δʼ ὑπένερθε
 
νηδύν, αἱ δʼ ἄρʼ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται, 580
← Önceki Kitap 2 · 29 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi