Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ
 
οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,
 
οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,
 
οὔτʼ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες
 
σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς 525
 
οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι
 
ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει
 
ῥιπὴν ταυρείην, ὅτʼ ἐπιζέσῃ ὀξὺ κελεύων
 
βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·
 
πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς 530
 
εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.
 
καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.
 
δελφῖνες δʼ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν,
 
ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαϊῃ κομόωντες
 
ῥιπῇ τʼ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν 535
 
ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς
 
ὀξύτατον· καί πού τινʼ ὑποπτήσσοντα χαράδραις
 
καί τινʼ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.
 
ὅσσον γὰρ κούφοισι μετʼ οἰωνοῖσιν ἄνακτες
 
αἰετοὶ ἢ θήρεσσι μετʼ ὠμηστῇσι λέοντες, 540
← Önceki Kitap 2 · 27 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi