Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
τρώματος, οὐδʼ ὅσα χεῖρες ἀπήϊα τεχνήσαντο
 
χαλκήων, οὐδʼ ὅσσα φερεπτερύγων ἐπʼ ὀϊστῶν
 
Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·
 
τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ
 
ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων, 485
 
ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν
 
ἄτροπον· οὐδʼ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον
 
ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος
 
καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.
 
εἰ γάρ τίς κʼ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις, 490
 
θαλλοῖς τʼ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,
 
νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ
 
οὐτήσῃ, τόδʼ ἔπειτα κακῇ βεβολημένον ἄτῃ
 
λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·
 
πρῶτον ἀπʼ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ 495
 
αὖόν τʼ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.
 
κεῖνό ποτʼ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ
 
Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,
 
αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ
 
αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων 500
← Önceki Kitap 2 · 25 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi