Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.
 
ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,
 
φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις
 
εἱλεῖται σφαιρηδόν, ὑφʼ ἕρκεϊ γυῖα φυλάσσων,
 
ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων 365
 
πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,
 
ἀλλʼ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει
 
χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·
 
τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·
 
αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα 370
 
δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,
 
ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι
 
χαίτης ὀξυτόμοισιν· ὁ δʼ ἄλλοθεν εἴβεται ἄλλος
 
ἰχὼρ αἱματόεις, τὸν δʼ ἕλκεα πόλλʼ ἀνιάζει.
 
ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ 375
 
ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς
 
ἴσχει τʼ ἐμπρίει τε χόλῳ τʼ ἐνερείδεται ἀλκήν.
 
τοῦ δʼ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι
 
ὀξέα πεφρικυῖαι· ὁ δʼ ἐν σκολόπεσσι πεπηγὼς
 
οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται, 380
← Önceki Kitap 2 · 19 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi