Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος·
 
ἴσχει δʼ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ,
 
νωλεμές, οὐδʼ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι·
 
ἡ δὲ βίῃ μογέουσα καὶ ἀσχαλόωσʼ ὀδύνῃσι,
 
πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα 345
 
καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,
 
ἐν δʼ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς
 
ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς
 
ὄλλυται αὐτοδάϊκτος, ὑπʼ ἀφραδίῃσι θανοῦσα.
 
ὡς δʼ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων, 350
 
λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι,
 
πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης
 
ἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς·
 
ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου
 
ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δʼ ἄρα λαιμῷ 355
 
ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν·
 
ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι
 
δύσμορον, αὐτοτύποισιν ὑπʼ ὠτειλῇσι δαμεῖσαν.
 
τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο
 
ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος 360
← Önceki Kitap 2 · 18 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi