Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
χείματι δʼ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ
 
πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας·
 
ἀλλʼ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι
 
πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας
 
ἀλλοτρίας· οἱ δʼ αὖτις ἑοὺς κορέσαντες ἄνακτας 245
 
φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε.
 
τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα
 
ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,
 
δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα
 
ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον, 250
 
μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδʼ ἐθέλουσι
 
προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.
 
ἔξοχα δʼ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι
 
κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,
 
ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν. 255
 
αἰεὶ δʼ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατʼ ἐνυὼ
 
καὶ μόθος, ἄλλου δʼ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.
 
ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα
 
φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,
 
φορβὴν μαιομένη, τάχα δʼ εἴσιδε πούλυπον ἀκτῆς 260
← Önceki Kitap 2 · 13 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi