Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
τοῦ δʼ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν
 
ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν·
 
αἰεὶ δʼ ἐν ψαμάθοισι πανημέριος τετάνυσται
 
εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδʼ ἀλάληται·
 
τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη 205
 
γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς
 
ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλʼ ἀτέλεστον
 
λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει·
 
οὐδέ ποτʼ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,
 
εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη, 210
 
αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος
 
πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.
 
σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω·
 
εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο
 
χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ 215
 
λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.
 
κλῦτε, γοναὶ μερόπων, οἶον τέλος ἀφραδίῃσι
 
λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ·
 
τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι
 
καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς· 220
← Önceki Kitap 2 · 11 / 35 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi