Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.
 
ἄλλοι δʼ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης
 
φέρβονται, βατίδες τε βοῶν θʼ ὑπέροπλα γένεθλα
 
τρυγών τʼ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,
 
ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τʼ ὀνίσκων 105
 
σαῦροί τε σκέπανοί τε καὶ ὅσσʼ ἐνιτέτροφε πηλοῖς.
 
θῖνα δʼ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι
 
βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδʼ ἀθερῖναι
 
καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε
 
βῶκες ὅσοις τʼ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι. 110
 
Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,
 
λάβρακές τʼ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες
 
πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον
 
γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν
 
ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης, 115
 
πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,
 
ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται
 
φορβὴν ἱμερτὴν γλυκερῇ θʼ ἁλὶ πιαίνονται.
 
λάβραξ δʼ οὐδʼ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,
 
ἐκ δʼ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ 120
← Önceki Kitap 1 · 6 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi