Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
σπλάγχνοις, ἂψ δʼ ἀνέηκεν, ὅτʼ ἀμπνεύσωσι φόβοιο.
 
τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,
 
ἀλλʼ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,
 
ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν
 
εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις, 745
 
τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.
 
ἄλλοι δʼ αὖθʼ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα
 
δεξάμενοι ῥύονται ἅτʼ ἐς δόμον ἠὲ καλιήν·
 
οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκνʼ ἀγαπάζει
 
πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες· 750
 
κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται
 
παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·
 
τοὺς δʼ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,
 
ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα
 
χάσσηται, τότε δʼ αὖτις ἀνέπτυσε λευκανίηθεν. 755
 
θύννης δʼ οὔτινʼ ἔγωγʼ ἀθεμίστερον ἔλπομαι ἰχθὺν
 
οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·
 
ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δʼ ὠδῖνα βαρεῖαν,
 
αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,
 
νηλής, ἥ θʼ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδʼ ἐόντα 760
← Önceki Kitap 1 · 38 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi