Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,
 
οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τινʼ αἰδῶ
 
γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.
 
οἷον δʼ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι
 
μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι 725
 
κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.
 
καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ
 
ὄρθριον ἀμφὶ τέκεσσʼ, ἢ ἀηδόνος αἰολοφώνου,
 
ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε
 
μυρομέναις ἑά τέκνα, τά τε σφίσι ληΐσσαντο 730
 
ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.
 
ἰχθύσι δʼ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι
 
παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.
 
θαῦμα δʼ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται
 
τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ· 735
 
ἀλλʼ ὅτε ταρβήσωσι τά τʼ ἄσπετα δείματʼ ἔασιν
 
ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο
 
αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον
 
γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης
 
ἀσπασίως τέτληκε, πάλιν δʼ ὑπεχεύατο παῖδας 740
← Önceki Kitap 1 · 37 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi