Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.
 
δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται
 
φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,
 
ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν
 
ἰχθύσι τʼ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος 705
 
ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ
 
καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα
 
πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.
 
ἤδη τις κατʼ ὄρεσφιν ἐριβρύχην ἐνόησε
 
θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα, 710
 
μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδʼ ὅ γε πυκνῆς
 
χερμάδος ἱπταμένης οὐδ αἰγανέης ἀλεγίζει,
 
ἀλλʼ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,
 
βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·
 
οὐδʼ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλʼ ἐπὶ παισὶν 715
 
ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο
 
τόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι
 
ἑρχθέντας θήρειον ὑπʼ αὐτοκμῆτα καλιήν.
 
ἤδη δʼ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ
 
ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος, 720
← Önceki Kitap 1 · 36 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi