Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,
 
καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι
 
ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·
 
τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,
 
οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι. 545
 
τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτʼ ὀλέθρῳ.
 
ὣς δʼ αὔτως καὶ θῆλυς ὑπʼ ὠδίνων μογέουσα
 
ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις
 
ὠὰ διαθρώσκουσιν, ἀρηρότα δʼ ἀλλήλοισι
 
βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ. 550
 
τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον
 
πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ
 
αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.
 
ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,
 
ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ 555
 
πρόφρων, ἱμείρουσα παρʼ ἱμείροντα γάμοιο.
 
ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ
 
μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς
 
πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,
 
τῇ δʼ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δʼ ὀδόντων 560
← Önceki Kitap 1 · 28 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi