Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.
 
αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι
 
ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις
 
τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·
 
σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην, 525
 
ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.
 
τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τʼ ὀδοῦσιν
 
ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,
 
αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δʼ ἀεκουσῶν
 
εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ 530
 
νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,
 
ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δʼ εὐνῆς
 
ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·
 
εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
 
ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ. 535
 
πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
 
συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·
 
οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει,
 
πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,
 
αὐτὸς δʼ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται· 540
← Önceki Kitap 1 · 27 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi