Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.
 
πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς
 
μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφην
 
πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται
 
ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν, 505
 
ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,
 
τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·
 
τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.
 
καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι
 
τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων· 510
 
τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,
 
κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.
 
ἀλλʼ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις
 
οὔτʼ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ
 
μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν· 515
 
αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι
 
ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ
 
πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ
 
ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς
 
δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς. 520
← Önceki Kitap 1 · 26 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi