Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἀμφιπαγεῖσʼ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·
 
τοίην νηΐ πέδην περιβάλλεται αἰόλος ἰχθὺς
 
ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.
 
Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται
 
ἀθρόαι, ἄλλοτε δʼ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας 245
 
ἢ πελάγη, δολιχοῖσί τʼ ἐπέδραμον αἰγιαλοῖσιν,
 
αἰέν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται.
 
Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις
 
ἔμφυλοι· ταῖς δʼ οὔτι παρέστιοι αἰὲν ἔασι,
 
πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει 250
 
γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·
 
ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει
 
κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.
 
τέσσαρα δʼ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,
 
ξανθοί τʼ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμααἷμα· εἷμα Koechly κελαινοί· 255
 
ἄλλους δʼ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,
 
οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον
 
ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.
 
δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι
 
φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης, 260
← Önceki Kitap 1 · 13 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi