Thesauros Edebiyat didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·
 
ὣς οἵ γʼ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,
 
ὄφρʼ οὔτις γαίης ἐλάει φόβος· ἀλλʼ ὅτε χέρσον
 
φράσσωνται, τραφερὴν δὲ μέγʼ ἐχθαίρουσιν ἄρουραν,
 
αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης 205
 
πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.
 
σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης
 
ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.
 
πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ
 
εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας· 210
 
εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.
 
καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·
 
ἡ δʼ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δʼ ἰσόπηχυς,
 
χροιὴ δʼ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν
 
εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε 215
 
καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.
 
θαῦμα δʼ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο
 
ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο
 
εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν
 
δύσμαχος, οὐδʼ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι· 220
← Önceki Kitap 1 · 11 / 40 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi